Θ.ΒοήθειαςΘ.Βοήθειας   ΑναζήτησηΑναζήτηση   Εγγεγραμμένα μέληΕγγεγραμμένα μέλη   Ομάδες ΧρηστώνΟμάδες Χρηστών  ΕγγραφήΕγγραφή  ΠροφίλΠροφίλ 
Συνδεθείτε, για να ελέγξετε την αλληλογραφία σαςΣυνδεθείτε, για να ελέγξετε την αλληλογραφία σας   ΣύνδεσηΣύνδεση 

Λόγος εις την αγίαν και ζωαρχικήν Τριάδα
Μετάβαση στη σελίδα 1, 2, 3, 4, 5, 6, 7  Επόμενο
 
Δημοσίευση νέας  Θ.Ενότητας   Απάντηση στη Θ.Ενότητα    www.filosofia.gr Αρχική σελίδα -> Μεταφυσικοί Προβληματισμοί
Επισκόπηση προηγούμενης Θ.Ενότητας :: Επισκόπηση επόμενης Θ.Ενότητας  
Συγγραφέας Μήνυμα
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Τετ Ιούλ 08, 2009 11:32 pm    Θέμα δημοσίευσης: Λόγος εις την αγίαν και ζωαρχικήν Τριάδα Απάντηση με Συμπερίληψη

Βρήκα ένα όμορφο κείμενο και θέλω να υπάρχει δημοσιευμένο στο παράρτημα της μεταφυσικής κι αν είναι δυνατόν να σχολιάσουμε περί αυτού.


ΛΟΓΟΣ

εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα συνερανισθεὶς ἐκ διαφόρων
πρὸς Αὐτὴν λόγων τοῦ ὁσίου πατρὸς ἡμῶν σοφωτάτου
Ἰωσὴφ τοῦ Βρυεννίου



Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα· Θεὸς τὸ γλυκύτατον καὶ ἥδυστον ὑπὲρ πᾶν πρᾶγμα, πρᾶγμα. Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα τοῖς σῳζομένοις χριστιανοῖς· Θεοῦ πνοὴ ἡ ψυχή μου· Θεοῦ πλάσμα τὸ σῶμά μου· Θεοῦ εἰμι ὅλος εἰκών· Θεοῦ θείᾳ χάριτι γένος· θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ ἀναπνεῖν, θεόθεν τὸ φθέγγεσθαι. Θεῷ καθ᾿ ἑκάστην τὸ πνεῦμά μου παρατίθημι· Θεῷ τὰς εὐχάς μου συνεχῶς προσάγω· Θεῷ καὶ ζῶ, καὶ δουλεύω, καὶ πάρειμι· Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα, παρόχον καὶ συλλήπτορα, καὶ τελεστὴν τῶν καλῶν εὐμοιρῶ· Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω, πλουτῶ· Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι· καὶ πῶς λοιπὸν ἄλλοθεν ἄρξομαι τοῦ νῦν λόγου, ἀλλ᾿ ἢ ἐκ Θεοῦ;

Θεὸν δὲ ὅταν εἴπω, λέγω Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμά, τὴν ὑπέρθεον καὶ ἀνωτάτην Τριάδα. Πατήρ, Υἱὸς καὶ Ἅγιον Πνεῦμα, μία Θεότης τρία ἰδιώματα· μία οὐσία, τρεῖς ὑποστάσεις· μία φύσις, τρία πρόσωπα· μία μορφή, τρεῖς χαρακτῆρες· ἓν εἶδος, τρία ἄτομα.

Αὕτη τῶν ὑποστάσεων ἡ τριάς, οὐκ ἔστιν οὔτε ἐν χρόνῳ, οὔτε ἐν τόπῳ, οὔτε ἐν ποσῷ, ἀλλ᾿ ὑπὲρ ταῦτα· ἀσώματος, ἄχρονος, ἄποσος, ἀπερίληπτος. Θεὸς ἐστὶν οὐσία ὑπερούσιος, ὅρῳ μὴ ὑποπίπτουσα. Θεός ἐστι δυσνόητον ζήτημα, παγκραιοτάτη χείρ, ἀπαραλόγιστος δύναμις. Θεός ἐστιν αὐτογένεθλον ἀγαθόν, περιληπτικὴ τῶν ὅλων ἐξουσία, προνοητικὴ τῶν ἁπάντων μεγαλειότης. Θεός ἐστι τὸ αὐτάγαθον ἀγαθόν, τῶν ἀγαθῶν ἡ πηγή, τῶν καλῶν ἡ ἀνωτάτη αἰτία, ἡ ἀγάπη, ὁ ὑπέρθεος ἔρως, τῶν ἐφετῶν τὸ ἀκρότατον. Θεός ἐστι φῶς ἀληθινόν, ὃ φωτίζει, καὶ οὐ φωτίζεται, ἐράσμιον, ἀπρόσιτόν τε καὶ ἀδιάδοχον, αὐτὸ ἑαυτοῦ περιληπτικόν τε καὶ θεωρητικόν. Θεός ἐστιν ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· τὸ α, καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. Θεός ἐστι Κύριος Θεός, καὶ τοῦτό ἐστιν αὐτοῦ ὄνομα, καθὼς ποὺ αὐτὸς ἑαυτὸν διὰ τοῦ προφήτου ὁρίζεται λέγων· «ἐγὼ εἰμι Κύριος ὁ Θεός, τοῦτό μου ἐστιν ὄνομα», τὸ ὑπὲρ πᾶν ὄνομα.

Θεός ἐστι τὸ αὐτοκαλόν, πρὸς ὃ πάντα ἀποβλέπει (πρὸς τὸν Ὁποῖον τὰ πάντα ἀποτείνονται), οὖ πάντα ἐφίεται (τὸ ὁποῖον τὰ πάντα ἐπιθυμοῦν), ἡ ἄτρεπτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα· ἡ ἀένναος βρύσις, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός, τοῦ ἐλέους ὁ κρατήρ, τῶν οἰκτιρμῶν ἡ ἄβυσσος, τὸ τῆς φιλανθρωπίας ἀνεξάντλητον πέλαγος. Θεὸς τί μέν ἐστιν οὐκ ἴσμεν (δὲν γνωρίζομεν), τί δὲ οὔκ ἐστιν, ἴσμεν· ἴσμεν γὰρ ὅτι οὔτε σῶμα, οὔτε πνεῦμα ληπτόν, οὔτε χρῶμα, οὔτε σχῆμα, οὔτε τι τῶν ὄντων, οὔτε τι τῶν μὴ ὄντων ἐστί· τί δὲ τὴν φύσιν, ἢ τὴν οὐσίαν ἐστὶν οὐκ ἴσμεν. Θεὸς ὅτι μέν ἐστι, πειστέον, τί δὲ τὴν οὐσίαν οὐκ ἐρευνητέον (Ὅτι μὲν ὑπάρχει Θεὸς πρέπει νὰ πεισθῶμεν, ὡς πρὸς δὲ τὴν οὐσίαν τί εἶναι δὲν πρέπει νὰ ἐρευνῶμεν). Ὅσον γὰρ ὁ τῶν ἀνθρώπων ἀποτείνεται νοῦς, τοσοῦτον μᾶλλον τὸ τῆς γνώσεως ἄγνωστον ὁρᾶ (διότι ὅσον ὁ νοῦς τῶν ἀνθρώπων προσπαθεῖ καὶ ἐπιδιώκει τὴν γνῶσιν τοῦ Θεοῦ - τί εἶναι Θεός-, τοσοῦτον μᾶλλον συναντᾶ τὸ ἀδύνατον). Καὶ εἴτι δ᾿ ἂν μεγαλοπρεπὲς ἀγωνίζοιτο λέγειν, τῆς ἀληθείας ἔλαττόν ἐστι τὸ λαλούμενον· τίς γὰρ νοήσει τὸν ἀπερινόητον; τίς ἐκφωνήσει τὸν ἀνεκφώνητον; τίς ἑρμηνεύσει τὸν ἀνερμήνευτον; πῶς ὁ παρ᾿ αὐτοῦ ψυχωθεὶς πηλὸς καὶ τῆς ἰδίας ψυχῆς ἀγνοῶν τὴν οὐσίαν, τὸν ἐμπνεύσαντα ταύτην καταλάβοι Θεόν;

Ὁ Θεὸς (ἀλλὰ μὴ θορυβηθῇς), καὶ ὁρίζεται, καὶ διαιρεῖται καὶ ἀόριστος πάλιν μένει καὶ ἀδιαίρετος· τὸ μὲν κατὰ τὴν οὐσίαν, τὸ δεύτερον· τὸ δὲ κατὰ τὰς ὑποστάσεις καὶ ἐνεργείας, τὸ πρότερον· ὅθεν τοῖς θεολόγοις, ποτὲ μὲν ἐκεῖνο, ποτὲ δὲ τοῦτο κηρύττεται, λεγόντων ἀμερὲς τὸ θεῖον, ὅτι καὶ ἄποσον. Ἄπόσον δέ, ὅτι καὶ ἄποιον· ἄποιον δέ, ὅτι καὶ ἁπλοῦν· ἁπλοῦν δέ, ὅτι καὶ ἀδιάστατον· ἀδιάστατον δέ, ὅτι καὶ ἄπειρον· ἄπειρον δέ, ὅτι καὶ ἀκίνητον· ἀκίνητον δέ, ὅτι καὶ ἄναρχον· ἄναρχον δέ, ὅτι καὶ ἀγέννητον· ἀγέννητον δέ, ὅτι ἓν καὶ μονώτατον· ἓν δὲ καὶ μονώτατον, ὅτι κατ᾿ οὐσίαν παντελῶς ἄσχετον, καὶ διὰ τοῦτο παντάπασιν ἄῤῥητόν τε καὶ ἄγνωστον, καὶ μόνον ἀληθῆ γνῶσιν ἔχον, τὸ μὴ γινώσκεσθαι· ἀληθέστερον γὰρ ἐννοεῖται, ἢ λέγεται· καὶ ἀληθέστερόν ἐστιν, ἢ νοεῖται.

Κατὰ τί οὖν γνωρίζεται ὁ Θεός, καὶ διατί τὸ θεῖόν ἐστιν ἄληπτον, οἵ τε θεολόγοι διδάσκουσι, καὶ ἡμεῖς ὑπομνήσομεν. Αἱ μὲν γὰρ ἐνέργειαι τοῦ Θεοῦ, λέγουσι, ποικίλαι, ἡ δὲ οὐσία ἁπλή· ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεόν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα (δὲν ὑποσχόμεθα)· αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος· καὶ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον ἀπρόσιτον τῇ φύσει, χωρητὸν δὲ δι᾿ ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ μεθεκτὸν τοῖς ἀξίοις· οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν.

Ἡμεῖς οὖν οἱ ἄνθρωποι, εἰ ἆρα περὶ Θεοῦ βουλόμεθά τι ἀκούειν, πᾶσαν ἀφίωμεν κάτω τὴν γῆν, ...ὑπερβῶμεν τουτονὶ τὸν ἀέρα, διαβῶμεν τὸν αἰθέρα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν τοῖς λογισμοῖς ἐπαρθέντες, αὐτὸ καθ᾿ αὐτὸ ἐννοήσωμεν τὸ θεῖον ἑστώς, ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθές, ἁπλοῦν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητήν, κάλλος ἀμήχανον. Ὅτι ὁ τοῦ εὐσεβοῦς νοῦς, εἰ καθάροιτο (εἰ ἤθελε καθαρισθεῖ), θρόνος ἐστὶ τοῦ Θεοῦ· καὶ τὸ στόμα αὐτοῦ τράπεζα τοῦ Χριστοῦ· καὶ ἡ καρδία αὐτοῦ ναὸς τοῦ ἁγίου Πνεύματος· οἱ ἀγαθοὶ δὲ λογισμοὶ οἱ δορυφόροι, αἱ δὲ προσφοραὶ αὐτοῦ ἡ ἀνάγνωσις, ἡ ψαλμωδία, καὶ ἡ εὐχή· ἡ δὲ ψυχὴ ὁ νεωκόρος, καὶ τὸ σῶμα δοῦλος, τὰ αἰσθητήρια αἱ θυρίδες τοῦ ναοῦ, ἡ δὲ διάνοια πύλη, ἡ δὲ συνείδησις ὁ θυρωρός. Ἐὰν οὖν ὁ Χριστιανὸς ἐν τῷ καιρῷ τῆς αὐτοῦ ἐργασίας καθ᾿ ὃν δεῖ ἑτοιμασθῆναι πρὸς ἔξοδον, ἐάσῃ τὸν νοῦν αὐτοῦ ἔξω ῥέμβεσθαι, καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ τὰ μὴ δέοντα, καὶ ἐν τῷ ναῷ τοῦ Θεοῦ τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἀποδέξηται, καὶ οἱ δορυφόροι εἰσιόντας αὐτοὺς οὐ κωλύωσι, καὶ κακῶς αἱ προσφοραὶ διαμερισθῶσι, καὶ τὰς θύρας καὶ θυρίδας τοῦ ναοῦ ἀνοίξας ὁ θυρωρός, ἑρπετὰ καὶ θηρία εἰσδέξηται, καὶ ὁ νεωκόρος νυστάξῃ, καὶ ὁ δοῦλος καθεύδῃ, καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ εἰσέρχωνται καὶ ἐξέρχωνται ἀκωλύτως μετὰ θορύβου καὶ ταραχῆς, καὶ ποιήσωσι τὸν οἶκον τοῦ Θεοῦ ὀζοθήκην, πῶς ὁ τοιοῦτος οὐ κολασθήσεται καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι;

Χρὴ οὖν παντὶ τῷ σωθῆναι σπουδάζοντι, πᾶσαν ἡμέραν καὶ ὥραν ἐγκύπτειν εἰς τὴν ἑαυτοῦ ψυχήν, καὶ ἐρευνᾶν, καὶ ἀνακρίνειν, καὶ μαστιγοῦν, καὶ ἐξολοθρεύειν ἐκ τοῦ θείου ναοῦ τοὺς αἰσχροὺς καὶ φαύλους λογισμούς, οἵτινές εἰσιν ἐχθροί, καθὰ δὴ καὶ ψάλλομεν ὁσημέραι· «εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν». Καθότι ψυχὴ καθαρὰ μετὰ Θεόν, Θεός, καὶ ψυχῆς καθαρᾶς οἰκειότερον ὁ Θεὸς ἐπὶ τῆς γῆς οὐκ ἔχει.

Οὐκοῦν διεγερθῶμεν πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν· λυπηθῶμεν ἐπὶ τῇ ματαιότητι τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος ὁ τῆς ἀνταποδόσεως· οὖτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως· νῦν βοηθὸς τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς γίνεται, τότε, φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πράξεων καὶ ῥημάτων καὶ νοημάτων ἐξεταστής. Ὅτι ὅσον ἡ ψυχὴ τιμιωτέρα τυγχάνει τοῦ σώματος, τοσοῦτον ὁ λογικὸς ἄνθρωπος κρείττων τοῦ παντὸς κόσμου ἐστί· μὴ οὖν τὰ μεγέθη τῶν ἐν αὐτῷ κτισμάτων κατανοῶν, τιμιώτερά σου ταῦτα εἶναι νόμιζε· ἀλλὰ πρὸς τὴν δοθεῖσαν σοὶ χάριν ἀποβλέψας, καὶ τῆς νοερᾶς καὶ λογικῆς ψυχῆς τὴν ἀξίαν, ἀνυμνεῖ τὸν ὑπὲρ τὰ ὁρώμενα ἅπαντα τιμήσαντά σε Θεόν. Καὶ γὰρ ἡ Ἀσία, ἡ Λιβύη, ἡ Εὐρώπη, γωνίαι τοῦ κόσμου. Ὠκεανός, Ἐρυθρά, Καύκασος, Αἷμος καὶ Ἄλπεις, Λίβανος, Ὄλυμπος, βωλάρια τοῦ κόσμου. Πᾶν τὸ διάστημα τοῦ προσκαίρου αἰῶνος, στιγμὴ τοῦ παντός, καὶ ἀπείρου αἰῶνος· πάντα μικρὰ καὶ εὔτρεπτα· ἓν δὲ μετὰ Θεὸν καὶ τοὺς Ἀγγέλους, ὄντως μέγα καὶ μένον, ψυχή· καὶ διὰ τοῦτο γέγονε καὶ συνέστη ὁ ἄνθρωπος, πρὸς τὸ θεωρῆσαι τὸν λόγον τῆς τοῦ ὅλου φύσεως καὶ ἑαυτὸν γνῶναι, καὶ ἐπιγνῶναι Θεόν· καὶ χρὴ τὸν θέλοντα ζῆν ὡς ἄνθρωπον, ἔχειν εἰ μή τι ἀλλο, αἴσθησιν ἑαυτοῦ. Ὅθεν τοῖς παλαιοῖς ἐκεῖνο πεφιλοσόφηται, «εἰ βούλει γνῶναι Θεόν, προλαβὼν γνῶθι σαυτόν»· ὅτι δεινὸν ἄγνοια Θεοῦ, καὶ πέρα δεινῶν· αὐτόχρημα σκότος οὗσα ψηλαφητόν, καὶ τὰς ψυχὰς ἐν αἷς ἂν ἐγγένηται ζοφερὰς ἀποτελοῦσα, εἰς πολλά τε τὸ λογιζόμενον διαιροῦσα, καὶ ἀπὸ τῆς πρὸς Θεὸν ἑνώσεως αὐτὰς ἀποτέμνουσα· καὶ ᾧ μὲν δέδοται γνῶσις Θεοῦ, δέδοται φῶς νοερόν· ὃς δὲ λαβὼν ἀτιμάζει, ὄψεται σκότος αἰώνιον. Οὐκοῦν ἡ κατὰ Θεὸν γνῶσις βασιλίς ἐστι πασῶν τῶν ἐπιθυμιῶν· καὶ τῇ καρδίᾳ τῇ δεχομένῃ αὐτήν, πᾶσα γλυκύτης ἡ ἐν τῇ γῇ ἔστιν αὕτη περιττή.

Ἀλλ᾿ ὅμως οὑτωσεὶ τὸν λόγον καταπαύσομαι. Ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὸ εἶναι λαβόντες, καὶ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι ζῶντες (τοῦ γὰρ καὶ γένος ἐσμέν, ὅ φησι Παῦλος παρὰ τῶν ἔξω λαβών· καὶ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμὲν) κατὰ τὸ ἓν αὐτοῦ θέλημα λοιπὸν ὀφείλομεν ἅπαντες πολιτεύεσθαι· τούτου γὰρ χάριν παρήχθημεν εἰς τὸν κόσμον, καὶ πρὸς τῆς τῶν πάντων προνοίας τηρούμεθα, ἵνα τοῦτον ἐνταῦθα γνωρίσαντες, αὐτὸς ὁ εἷς καὶ μόνος Θεός, ἡ Τριάς, καὶ ἀπελθοῦσιν ἐντεῦθεν μερὶς ἡμῶν γένηται, κατὰ τὴν ἀναλογίαν ἑκάστου τῆς πίστεως, καὶ κατὰ τὸ μέτρον τῆς ἐργασίας τῶν αὐτοῦ ἐντολῶν· καὶ αὕτη ἐστιν ἡ ἀληθὴς ζωή, καὶ οὐράνιος γνῶσις, ἣν ἐν τοῖς Εὐαγγελίοις ἐδήλωσεν ὁ Χριστός, εἰπὼν τῷ οἰκείῳ Πατρὶ «αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· γνῶσιν λέγων ἐνταῦθα τὴν ὀρθόδοξον πίστιν, τὴν τοῦ Θεοῦ εἰς ἀνθρώπους ἐνοίκησιν, καὶ τὴν ἄῤῥητον ἔλλαμψιν, ἧς ἐν μεθέξει οἱ ταύτης ἄξιοι γίνονται.

Ἧς ἀξιωθείημεν ἅπαντες οἱ ὀρθοδόξως πιστεύοντες καὶ εὐσεβῶς λατρεύοντες τὴν μίαν τρισυπόστατον Θεότητα, Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα. Ἀμήν.
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
spyros
Πρύτανης


Εγγραφή: 21 Αύγ 2008
Δημοσιεύσεις: 3896
Τόπος: Μακεδονία

ΔημοσίευσηΔημοσιεύθηκε: Πεμ Ιούλ 09, 2009 4:01 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Μπροστά στον ίλιγγο της ποίησης,

που αποκαλύπτουνε τα κείμενα της Ορθοδοξίας,

νοιώθει γαλήνη και δικαίωση,

το κάθε πνεύμα που αυτόβουλα την αφουγκράζεται.
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος
Θεόδωρος
Πρύτανης


Εγγραφή: 23 Μάϊ 2007
Δημοσιεύσεις: 1369

ΔημοσίευσηΔημοσιεύθηκε: Πεμ Ιούλ 09, 2009 4:03 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Μετά τολμάνε να μιλάνε για Επίδαυρο και για μισαλλοδοξία, οι χαμηλοβλεπούσες...
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Πεμ Ιούλ 09, 2009 9:00 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Θοδωράκη πάψε να φέρεσε ανώριμα και να δείχνεις με τον τρόπο σου πως έχεις φτηνές ποιοτικά καταβολές...
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Σαβ Ιούλ 11, 2009 12:04 am    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Μονάδα ἐξ ἀρχῆς ὣς τὴν Τριάδα σταμάτησε

Γρηγόριος ὁ Θεολόγος



ΗΜΙΝ δὲ μοναρχία τὸ τιμώμενον· μοναρχία δέ͵ οὐχ ἣν ἓν περιγράφει πρόσωπον· ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι· ἀλλ΄ ἣν φύσεως ὁμοτιμία συνίστησι καὶ γνώμης σύμπνοια καὶ ταὐτότης κινήσεως καὶ πρὸς τὸ ἓν τῶν ἐξ αὐτοῦ σύννευσις͵ ὅπερ ἀμήχανον ἐπὶ τῆς γεννητῆς φύσεως͵ ὥστε κἂν ἀριθμῷ διαφέρῃ͵ τῇ γε οὐσίᾳ μὴ τέμνεσθαι.

διὰ τοῦτο μονὰς ἀπ΄ ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη. καὶ τοῦτό ἐστιν ἡμῖν ὁ Πατήρ͵ καὶ ὁ Υἱός͵ καὶ τὸ ἅγιον Πνεῦμα· ὁ μὲν γεννήτωρ καὶ προβολεύς͵ λέγω δὲ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀσωμάτως· τῶν δέ͵ τὸ μὲν γέννημα͵ τὸ δὲ πρόβλημα ἢ οὐκ οἶδ΄ ὅπως ἄν τις ταῦτα καλέσειεν͵ ἀφελὼν πάντῃ τῶν ὁρωμένων.

οὐ γὰρ δὴ ὑπέρχυσιν ἀγαθότητος εἰπεῖν θαρρήσομεν͵ ὃ τῶν παρ΄ Ἕλλησι φιλοσοφησάντων εἰπεῖν τις ἐτόλμησεν͵ οἷον κρατήρ τις ὑπερερρύῃ͵ σαφῶς οὑτωσὶ λέγων͵ ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φιλοσοφεῖ· μή ποτε ἀκούσιον τὴν γέννησιν εἰσαγάγωμεν καὶ οἷον περίττωμά τι φυσικὸν καὶ δυσκάθεκτον͵ ἥκιστα ταῖς περὶ θεότητος ὑπονοίαις πρέπον.

διὰ τοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητὸν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον͵ ὥς πού φησιν αὐτὸς ὁ Θεὸς καὶ Λόγος. Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα.

εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν͵ ὅτε ὁ Πατήρ. πότε δὲ ὁ Πατήρ; οὐκ ἦν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με͵ καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ Υἱὸς γεγέννηται; ὅτε ὁ Πατὴρ οὐ γεγέννηται. πότε δὲ τὸ Πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ Υἱὸς οὐκ ἐκπεπόρευται͵ ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε καὶ πρὸ τοῦδε καὶ μετὰ ταῦτα καὶ ἀπ΄ ἀρχῆς͵ οὐκ ἄχρονα͵ κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν͵ τὸ μὴ κινήσει τινὶ μηδὲ ἡλίου φορᾷ μεριζόμενον καὶ μετρούμενον͵ ὅπερ ὁ χρόνος.

πῶς οὖν οὐ συνάναρχα͵ εἰ συναίδια; ὅτι ἐκεῖθεν͵ εἰ καὶ μὴ μετ΄ ἐκεῖνον. τὸ μὲν γὰρ ἄναρχον, καὶ ἀίδιον· τὸ ἀίδιον δέ͵ οὐ πάντως ἄναρχον͵ ἕως ἂν εἰς ἀρχὴν ἀναφέρηται τὸν Πατέρα. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ· δῆλον δὲ τὸ αἴτιον ὡς οὐ πάντως πρεσβύτερον τῶν ὧν ἐστιν αἴτιον· οὐδὲ γὰρ τοῦ φωτὸς ἥλιος.

καὶ ἄναρχά πως τῷ χρόνῳ͵ κἂν σὺ μορμολύττῃ τοὺς ἁπλουστέρους· οὐ γὰρ ὑπὸ χρόνον τὰ ἐξ ὧν ὁ χρόνος. ... Ἀλλ΄ οὐ ταὐτόν͵ φησί͵ τὸ ἀγέννητον καὶ τὸ γεννητόν. εἰ δὲ τοῦτο͵ οὐδὲ ὁ Υἱὸς τῷ Πατρὶ ταὐτόν. ὅτι μὲν φανερῶς ὁ λόγος οὗτος ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος ἢ τὸν Πατέρα͵ τί χρὴ λέγειν; εἰ γὰρ τὸ ἀγέννητον οὐσία Θεοῦ͵ τὸ γεννητὸν οὐκ οὐσία· εἰ δὲ τοῦτο͵ οὐκ ἐκεῖνο. τίς ἀντερεῖ λόγος;

ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει͵ ὦ κεινὲ θεολόγε͵ εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας. ἔπειτα πῶς οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν τὸ μὴ ἐκτισμένον καὶ ἐκτισμένον͵ κἀγὼ δέχομαι. οὐ γὰρ ταὐτὸν τῇ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον.

εἰ δὲ τὸ γεγεννηκὸς καὶ τὸ γεγεννημένον οὐ ταυτὸν λέγεις͵ οὐκ ὀρθῶς λέγεται. ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη. αὕτη γὰρ φύσις γεννήματος͵ ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. ἢ οὕτω πάλιν· πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν;

εἰ μὲν γὰρ τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν͵ οὐ ταὐτόν· εἰ δὲ οἷς ὑπάρχει ταῦτα͵ πῶς οὐ ταὐτόν; ἐπεὶ καὶ τὸ ἄσοφον καὶ τὸ σοφὸν ἀλλήλοις μὲν οὐ ταὐτά͵ περὶ ταὐτὸν δέ͵ τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει͵ περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. ἢ καὶ τὸ ἀθάνατον͵ καὶ τὸ ἄκακον͵ καὶ τὸ ἀναλλοίωτον οὐσία Θεοῦ. ἀλλ΄ εἰ τοῦτο͵ πολλαὶ οὐσίαι Θεοῦ͵ καὶ οὐ μία. ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον. οὐ γὰρ ἀσυνθέτως ταῦτα͵ εἴπερ οὐσίαι.
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Σαβ Ιούλ 11, 2009 12:14 am    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Δόξα ἐν ὑψίστοις Θεῷ

Μ. Βασίλειος



ΜΑΘΟΙΣ ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δυνάμεις͵ ἅγιαι καὶ εἰσὶ καὶ ὀνομάζονται͵ ἐκ τῆς παρὰ τοῦ ἁγίου Πνεύματος ἐνδοθείσης χάριτος τὸν ἁγιασμὸν κεκτημέναι.

Ὥστε ἀποσεσιώπηται μὲν ὁ τρόπος τῆς κτίσεως τῶν οὐρανίων δυνάμεων, ἀπὸ γὰρ τῶν αἰσθητῶν μόνον͵ τὸν δημιουργὸν ἡμῖν ὁ τὴν κοσμογονίαν συγγραψάμενος ἀπεκάλυψε.

Σὺ δέ͵ ἔχων δύναμιν ἐκ τῶν ὁρατῶν ἀναλογίζεσθαι τὰ ἀόρατα͵ δόξαζε τὸν ποιητὴν ἐν ᾧ ἐκτίσθη τὰ πάντα͵ εἴτε ὁρατά͵ εἴτε ἀόρατα͵ εἴτε ἀρχαί͵ εἴτε ἐξουσίαι͵ εἴτε δυνάμεις͵ εἴτε θρόνοι͵ εἴτε κυριότητες͵ καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις͵ ἀκατονόμα στοι.

Ἐν δὲ τῇ τούτων κτίσει ἐννόησόν μοι τὴν προκαταρκτικὴν αἰτίαν τῶν γινομένων͵ τὸν Πατέρα· τὴν δημιουργικήν͵ τὸν Υἱόν· τὴν τελειωτικήν͵ τὸ Πνεῦμα· ὥστε βουλήματι μὲν τοῦ Πατρὸς τὰ λειτουργικὰ πνεύματα ὑπάρχειν͵ ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ εἰς τὸ εἶναι παράγεσθαι͵ παρουσίᾳ δὲ τοῦ Πνεύματος τελειοῦσθαι.

Τελείωσις δὲ ἀγγέλων͵ ἁγιασμὸς καὶ ἡ ἐν τούτῳ διαμονή. Καὶ μηδεὶς οἰέσθω με ἢ τρεῖς εἶναι λέγειν ἀρχικὰς ὑποστάσεις͵ ἢ ἀτελῆ φάσκειν τοῦ Υἱοῦ τὴν ἐνέργειαν.

Ἀρχὴ γὰρ τῶν ὄντων μία͵ δι΄ Υἱοῦ δημιουργοῦσα καὶ τελειοῦσα ἐν Πνεύματι. Καὶ οὔτε Πατήρ͵ ὁ τὰ πάντα ἐν πᾶσιν ἐνεργῶν͵ ἀτελῆ ἔχει τὴν ἐνέργειαν, οὔτε Υἱὸς ἐλλιπῆ τὴν δημιουργίαν͵ μὴ τελειουμένην παρὰ τοῦ Πνεύματος.

Οὕτω γὰρ ἂν οὔτε Πατὴρ προσδεηθείη Υἱοῦ͵ μόνῳ τῷ θέλειν δημιουργῶν, ἀλλ΄ ὅμως θέλει διὰ Υἱοῦ. Οὔτ΄ ἂν Υἱὸς συνεργίας προσδεηθείη͵ καθ΄ ὁμοιότητα τοῦ Πατρὸς ἐνεργῶν, ἀλλὰ καὶ Υἱὸς θέλει διὰ τοῦ Πνεύματος τελειοῦν· Τῷ λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.

Οὔτε οὖν λόγος͵ ἀέρος τύπωσις σημαντική͵ διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη· οὔτε πνεῦμα͵ στόματος ἀτμός͵ ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος, ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ὢν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν.
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 9:59 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Παναγιώτης Χρήστου

Ο Τριαδικός Θεός

1. Το θείον ον


2. Τριαδικότης του Θεού


3. Ενότης και διάκρισις στον Θεό


4. Οι τριαδικές υποστάσεις


5. Ο πατήρ


6. Ο Υιός


7. Το Άγιον Πνεύμα

http://www.myriobiblos.gr/texts/greek/christo1.html
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
Θεόδωρος
Πρύτανης


Εγγραφή: 23 Μάϊ 2007
Δημοσιεύσεις: 1369

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 10:02 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Τα τρία πρόσωπα του θείου σου είναι ξεχωριστά, διακεκριμένα ή απλά υποστάσεις του ενός; Αν είναι υποστάσεις του ενός, πώς είναι δυνατόν ο πατέρας να είναι και γιος του εαυτού του ταυτόχρονα;
Eάν δε τα τρία πρόσωπα είναι ένα και το αυτό, ο Ιησούς είναι ο ίδιος ο Ιεχωβάς, άρα η Παλαιά Διαθήκη σας εκφράζει απόλυτα. Και η Καινή γιατί γράφτηκε; Για να διορθώσει τα λάθη της Παλαιάς; Τί Παντοδύναμος Θεός είναι αυτός που κάνει τόσα λάθη; Η Παντοδυναμία του λοιπόν δε συνίσταται στην τελειότητα και στο αλάνθαστό του. Μάλλον συνίσταται στην ισχύ του. Και γιατί την ισχύ του τη διοχετεύει στην τιμωρία των ανθρώπων; Άρα δεν είναι Πανάγαθος.
Rolling Eyes
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 10:06 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Διάβασε το πιο πάνω δεν είναι μεγάλο το κείμενο.
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
Θεόδωρος
Πρύτανης


Εγγραφή: 23 Μάϊ 2007
Δημοσιεύσεις: 1369

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 10:06 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Απάντησε με δικά σου λόγια...
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 10:24 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Είναι αστεία τα ερωτήματά σου για να δώσω απαντήσεις. Ο Θεός είναι για την Φύση των Νοητών Όντων ότι ο ήλιος για την φύση γύρω μας, γι' αυτό και ονομάζετε στην υμνογραφία και Νοητός Ήλιος. Πως αντιλαμβάνεσαι τον αισθητό ήλιο; Είναι το σώμα, έχει ακτίνες με φως και θερμότητα.

ΩΝ ονομάζει τον εαυτό Του στην Παλιά Διαθήκη. Είμαι η Ύπαρξη, έτσι λέει κάπου. Κι εφόσων ο άνθρωπος είναι κατ' Εκόνα και καθ' Ομοίωση Του φτιαγμένος, θα πρέπει να αναγνωρίσει τα χαρακτηριστικά αυτά μέσα του, ο άνθρωπος, διαφορετικά δεν ενεργοποιεί την δημιουργική πνοή μέσα του, κατά τα πρότυπα του Δημιουργού ο Οποίος από το χάος δημιουργεί πλήρη ανθρώπινη οντότητα, αυτό που καλούμαστε να φτιάξουμε μέσα μας, και το οποίο φυσικά είναι και ο σκοπός των Ιερών Γραφών.

Αυτά που διαβάζεις στην Αγία Γραφή κάποιοι τα βιώνουν οντολογικά και δεν είναι στεγνές έννοιες όπως εσύ κι εγώ τις καταλαβαίνουμε.

Και στο κάτω-κάτω ειδού η Ρόδος ειδού και το πήδημα: Σπούδασε τον Τριαδικό Θεό μέσα σου εφόσων βρίσκονται εκεί τα χαρακτηριστικά Του κατά το κατ' Εικόνα και καθ' Ομοίωση. Wink
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
vag_el
Πρύτανης


Εγγραφή: 26 Ιούν 2009
Δημοσιεύσεις: 3707
Τόπος: Leykada

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 10:51 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

ama theleis voitheia ,epeidi exeis pathei kapoio kako,pes mas ti exeis
na se voithisoyme,
_________________
ανθάκια μου χλωμά,
που σας επήραν σε
κήπους μακρινούς να σας φυτέψουν,

Κώστας Καρυωτάκης
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email
Γιώργος Πολίδης
Πρύτανης


Εγγραφή: 23 Ιούν 2009
Δημοσιεύσεις: 629
Τόπος: Aachen - Γερμανία

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 10:55 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Ήδη το έχει πάθει το κακό μα δεν το συναισθάνετε από την πνευματική του τυφλότητα... Ο κακομοίρης!
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email Επίσκεψη στην ιστοσελίδα του Συγγραφέα MSN Messenger
Θεόδωρος
Πρύτανης


Εγγραφή: 23 Μάϊ 2007
Δημοσιεύσεις: 1369

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 11:04 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

Παράθεση:
Αυτά που διαβάζεις στην Αγία Γραφή κάποιοι τα βιώνουν οντολογικά και δεν είναι στεγνές έννοιες όπως εσύ κι εγώ τις καταλαβαίνουμε.


Μπορείς να μου "μεταφράσεις" οντολογικά την περίπτωση της Ελληνίδας που έπεσε στα πόδια του Ιησού παρακαλώντας τον να θεραπεύσει την κόρη της "και εκείνος δεν της αποκρίθηκε ούτε μία λέξη. Και τότε οι μαθητές τον πλησίασαν και του είπαν 'διώξε την γιατί φωνάζει από πίσω μας', κι εκείνος τους αποκρίθηκε 'Δεν είμαι σταλμένος παρά μόνο για τα χαμένα πρόβατα του οίκου του Ισραήλ. Δεν είναι σωστό να παίρνεις το ψωμί από τα παιδιά και να το δίνεις στα σκυλιά' " Κατά Μάρκον ζ'(25-30)
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος
vag_el
Πρύτανης


Εγγραφή: 26 Ιούν 2009
Δημοσιεύσεις: 3707
Τόπος: Leykada

ΔημοσίευσηΔημοσιεύθηκε: Τρι Ιούλ 14, 2009 11:10 pm    Θέμα δημοσίευσης: Απάντηση με Συμπερίληψη

KAI δικαιο να εχεις ,νομιζω οτι δεν ειμαστε σε θεση να το κρινουμε

Μαλλον για αυτο το λογο βρισκεις τιμωρια και τα βαζεις με ολους μας

Προσπαθησε σε παρακαλω πολυ ,να εισαι επιεικης με τους ανθρωπους

τουλαχιστον επειδη εσυ κι εγω δεν εχουμε βρεθει σε τετοιες δυσκολες πολεμικες καταστασεις.
_________________
ανθάκια μου χλωμά,
που σας επήραν σε
κήπους μακρινούς να σας φυτέψουν,

Κώστας Καρυωτάκης
Επιστροφή στην κορυφή
Επισκόπηση του προφίλ των χρηστών Αποστολή προσωπικού μηνύματος Αποστολή email
Επισκόπηση όλων των Δημοσιεύσεων που έγιναν πριν από:   
Δημοσίευση νέας  Θ.Ενότητας   Απάντηση στη Θ.Ενότητα    www.filosofia.gr Αρχική σελίδα -> Μεταφυσικοί Προβληματισμοί Όλες οι Ώρες είναι GMT + 2 Ώρες
Μετάβαση στη σελίδα 1, 2, 3, 4, 5, 6, 7  Επόμενο
Σελίδα 1 από 7

 
Μετάβαση στη:  
Δεν μπορείτε να δημοσιεύσετε νέο Θέμα σ' αυτή τη Δ.Συζήτηση
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Δεν μπορείτε να επεξεργασθείτε τις δημοσιεύσεις σας σ' αυτή τη Δ.Συζήτηση
Δεν μπορείτε να διαγράψετε τις δημοσιεύσεις σας σ' αυτή τη Δ.Συζήτηση
Δεν έχετε δικαίωμα ψήφου στα δημοψηφίσματα αυτής της Δ.Συζήτησης





Μηχανισμός forum: PHPBB

© filosofia.gr - Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον αναφέρεται ευκρινώς η πηγή του.

Υλοποίηση, Φιλοξενία: Hyper Center